Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τά τε ἄλλα τὸν ἄνδρα ἐπῄνει καὶ ψάλτην αὐτὸν ἔφη κράτιστον εἶναι τῶν Ἑλλήνων ὁ δὲ δείξας τινὰ τῶν πλησίον,1 ‘νὴ τοὺς θεούς,’ ἔφη, ‘οὗτος παρ᾽ ἐμοὶ ζωμοποιός.’
Μαιανδρίου2 δὲ τοῦ τῆς Σάμου τυράννου διὰ τὴν Περσῶν ἔφοδον εἰς Σπάρτην φυγόντος καὶ ἐπιδείξαντος ὅσα ἐκεκομίκει χρύσεά τε καὶ ἀργύρεα ἐκπώματα χαριζομένου τε ὅσα βούλεται, ἔλαβε μὲν οὐδέν, εὐλαβούμενος δὲ μὴ ἑτέροις τισὶ τῶν ἀστῶν διαδῷ, πορευθεὶς ἐπὶ τοὺς ἐφόρους, ἄμεινον ἔφη εἶναι τῇ Σπάρτῃ τὸν ξένον ἑαυτοῦ Σάμιον ἀπαλλάττεσθαι τῆς Πελοποννήσου, ἵνα μὴ
1 πλησίον Bernardakis: πλησίων.
2 Μαιανδρίου, Μαιάνδριον F.C.B. (as always elsewhere): Μαίανδρου, Μαίανδρον.