Click on a word to bring up parses, dictionary entries, and frequency statistics
νόμων ἄρχεσθαι, ἀπέπλευσε τῆς Ἀσίας πολὺν ἑαυτοῦ πόθον τοῖς ἐνταῦθα Ἕλλησι καταλιπών.
τοῦ δὲ Περσικοῦ νομίσματος χάραγμα τοξότην ἔχοντος, ἀναζευγνύων ἔφη τρισμυρίοις τοξόταις ὑπὸ τοῦ βασιλέως ἐξελαύνεσθαι τῆς Ἀσίας τοσούτων γὰρ εἰς Ἀθήνας καὶ Θήβας κομισθέντων διὰ Τιμοκράτους χρυσῶν δαρεικῶν καὶ διαδοθέντων τοῖς δημαγωγοῖς, ἐξεπολεμώθησαν δῆμοι πρὸς τοὺς Σπαρτιάτας.1
καὶ ἀντέγραψε τοῖς ἐφόροις ἐπιστολὴν τήνδε, “ Ἀγησίλαος τοῖς ἐφόροις χαίρειν τὰν πολλὰν τᾶς Ἀσίας κατεστρεψάμεθα, καὶ τὼς βαρβάρως ἐλάσαμες, καὶ ἐν τᾷ Ἰωνίᾳ ὅπλα
1 Σπαρτιάτας in the Life of Agesilaus, chap. xv.: στρατιώτας.