Ἱππόδαμος, ὅτε Ἆγις Ἀρχιδάμῳ παρετάττετο, συμπεμφθεὶς1 τῷ Ἄγιδι εἰς Σπάρτην ἐκεῖ τὰς χρείας παρέχεσθαι, ‘ἀλλ᾽ οὗτος,’ ἔφη, ‘οὔτοι καλλίω2 θάνατον ἀποθανοῦμαι ἢ3 ὑπὲρ Σπάρτας ἀνδραγαθῶν :’ ἦν δὲ βεβιωκὼς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη: καὶ μετὰ ταῦτα λαβὼν τὰ ὅπλα καὶ στὰς ἐν δεξιᾷ τοῦ βασιλέως, μαχόμενος ἀποθνῄσκει.
Ἱπποκρατίδου
Ἱπποκρατίδας πρὸς τὸν τῆς Καρίας σατράπην ἐπιστείλαντα δἰ ὅ τι Λακεδαιμόνιος ἀνὴρ [p. 330] ἐπίβουλευόντων