Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπιζητοῦντος δέ τινος τίνα δεῖ μανθάνειν τοὺς παῖδας, ‘ταῦτ᾽,’ εἶπεν, ‘οἷς καὶ ἄνδρες γενόμενοι χρήσονται.’
δικάζοντος δέ τινα δίκην αὐτοῦ, καὶ τοῦ μὲν κατηγόρου εὖ εἰρηκότος τοῦ δὲ ἀπολογουμένου φαύλως, λέγοντος δὲ πρὸς ἕκαστα, ‘Ἀγησίλαε, δεῖ τὸν βασιλέα τοῖς νόμοις βοηθεῖν,’ ‘καὶ τὴν οἰκίαν,’ ἔφη, ‘εἴ τίς σοι διέσκαπτε καὶ τὸ ἱμάτιον εἰ ἀφῃρεῖτο, προσεδέχου ἂν τὸν οἰκοδόμον ἢ τὸν τὸ ἱμάτιον ὑφάναντα ἐπικουρήσειν σοι;’ν
ἐπιστολῆς δὲ αὐτῷ παρὰ τοῦ Περσῶν βασιλέως κομισθείσης, τῆς εἰρήνης γενομένης, ἣν [p. 276] ὁ μετὰ Καλλίου τοῦ Λακεδαιμονίου Πέρσης