‘ὅτι,’ ἔφη, ‘συνεθίζεσθαι δεῖ1 ταῖς ἀνδραγαθίαις κρεῖττον ὂν2 ἢ ταῖς γραφαῖς προσέχειν.’
Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν δυναμένοις κρείττων τῆς εἰρήνης ὁ πόλεμος, ‘οὐ μὰ τοὺς θεούς,’ ἔφη, ‘ἀλλὰ τούτοις κρείττων ὁ θάνατος τῆς ζωῆς.’
ἩρωΝ́δου
Ἡρώνδας, Ἀθήνησιν ἁλόντος τινὸς γραφὴν ἀργίας, παρὼν καὶ πυθόμενος ἐκέλευσεν ἐπιδεῖξαι αὑτῷ τὸν τὴν ἐλευθερίας δίκην ἡττηθέντα.
Θεαρίδου
Θεαρίδας ξίφος ἀκονῶν ἠρωτήθη εἰ ὀξύ ἐστιν, καὶ εἶπεν, ‘ὀξύτερον διαβολῆς.’
Θεμιστεου
Θεμιστέας3 προεῖπε μὲν Λεωνίδᾳ τῷ βασιλεῖ τὴν