Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ ἰδών τις ἐν πίνακι γραπτῷ Λάκωνας ὑπὸ Ἀθηναίων σφαττομένους ἔλεγεν, ‘ἀνδρεῖοὶ γ᾽ Ἀθηναῖοι,’ Λάκων ὑποτυχών, ‘ἐν τῷ πίνακι,’ εἶπε.
πρὸς δέ τινα προσιέμενον τὰς ἐκ διαβολῆς βλασφημίας Λάκων εἶπε, ‘παῦσαι κατ᾽ ἐμοῦ τὰ ὦτα χορηγῶν.’
πρὸς δὲ τὸν κολαζόμενον καὶ λέγοντα, ‘ἄκων ἥμαρτον,’ εἶπέ τις, ‘ἄκων τοίνυν καὶ κολάζου.’ [p. 398]
ἰδών τις ἐν ἀποχωρήσει θακοῦντας1 ἐπὶ δίφρων ἀνθρώπους, ‘μὴ γένοιτο,’ εἶπεν, ‘ἐνταῦθα καθίσαι ὅθεν οὐκ ἔστιν ἐξαναστῆναι πρεσβυτέρῳ.’
Χίων ποτὲ κατ᾽ ἐπιδημίαν ἀπὸ δείπνου ἐμεσάντων ἐν τῷ ἐφορείῳ καὶ χεσάντων ἐπὶ τῶν
1 θακοῦντας F.C.B.: θακέοντας (θακεύοντας Life of Lycurgus, chap. xx.)