Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γὰρ τὸν Σπάρτης βασιλέα καθάπερ τὸν Περσῶν κεκοσμημένον ὄψεσθαι διαπρεπῶς τὸ σῶμα, φαύλην ἔχοντες περὶ βασιλέων δόξαν. ἔδειξε γοῦν [p. 282] αὐτοῖς μεταξύ, ὡς τὸ μεγαλεῖον καὶ ἀξιόλογον νοήσει καὶ ἀνδρείᾳ κτᾶσθαι προσήκει.
ἐπεὶ δὲ τοὺς παρ᾽ αὐτῷ παραστήσεσθαι μέλλοντας ἑώρα δεδιότας τὸν ἐπιόντα κίνδυνον διὰ τὸ τῶν πολεμίων πλῆθος εἴκοσι γὰρ ἦσαν μυριάδες καὶ τὴν τῶν περὶ αὑτὸν ὀλιγότητα, πρὸ τῆς παρα