Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐδεήθη τις αὐτοῦ γράψαι πρὸς τοὺς ἐπ᾽ Ἀσίας ξένους, ὅπως τύχῃ τοῦ δικαίου: ‘ἀλλ᾽ οἱ ἐμοὶ ξένοι,’ εἶπε, ‘τὰ δίκαια δι᾽ ἑαυτῶν, κἂν ἐγὼ μὴ γράψω, ποιοῦσιν.’
ἐπεδείκνυέ τις αὐτῷ τῆς πόλεως τὸ τεῖχος ὀχυρὸν καὶ καρτερῶς ἄγαν ἐξῳκοδομημένον, καὶ [p. 270] ἠρώτα εἰ καλὸν αὐτῷ φαίνεται: ‘νὴ Δία,’ ἔφη. ‘καλὸν οὐχ ὡς ἀνδράσι δὲ ἀλλ᾽ ὡς γυναιξὶν ἐνοικεῖν.’
Μεγαρέως δέ τινος περὶ τῆς πόλεως πρὸς αὐτὸν μεγαλαυχουμένου, ‘μειράκιον,’ ἔφη, ‘οἱ λόγοι σου πολλῆς δυνάμεως δέονται.’