Κλεόμβροτος ὁ Παυσανίου, ξένου τινὸς διαφερομένου πρὸς τὸν πατέρα περὶ ἀρετῆς, ‘μέχρι τούτου,’ εἶπεν, ‘κρείττων σού ἐστιν1 ὁ πατήρ, μέχρι ἂν καὶ σὺ2 γεννήσῃς.’
Κλεομένους τοῦ Ἀναξανδρίδου
Κλεομένης ὁ Ἀναξανδρίδου3 τὸν μὲν Ὅμηρον Λακεδαιμονίων εἶναι ποιητὴν ἔφη, τὸν δὲ Ἡσίοδον τῶν εἰλώτων: τὸν μὲν γὰρ ὡς χρὴ πολεμεῖν, τὸν δὲ ὡς χρὴ γεωργεῖν παρηγγελκέναι.
ἀνοχὰς δὲ ἑφθημέρους πρὸς Ἀργείους ποιησάμενος, φυλάξας αὐτούς, τῇ τρίτῃ νυκτὶ κοιμωμένοις διὰ τὸ πεποιθέναι ταῖς σπονδαῖς ἐπέθετο: καὶ τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ αἰχμαλώτους ἔλαβεν.