Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπὸ τῶν πράξεων χρώμενος: πρὸς δὲ θάλπος οὕτω καὶ ψῦχος εἶχεν, ὥστε μόνος ἀεὶ χρῆσθαι ταῖς ὥραις: ἐν μέσοις δὲ τοῖς στρατιώταις σκηνῶν οὐδενὸς ἀμείνονα κοίτην εἶχεν.
διετέλει δὲ λέγων τὸν ἄρχοντα προσήκειν οὐ μαλακίᾳ καρτερίᾳ δὲ καὶ ἀνδρείᾳ δὴ1 τῶν ἰδιωτῶν περιεῖναι.
πυθομένου γοῦν τινος τί περιεποίησαν οἱ Λυκούργου νόμοι τῇ Σπάρτῃ, ‘καταφρονεῖν,’ ἔφη, ‘τῶν ἡδονῶν. ’ [p. 254]
πρὸς δε τὸν ἐπιθαυμάζοντα τὴν μετριότητα τῆς ἐσθῆτος καὶ τῆς τροφῆς αὐτοῦ τε καὶ τῶν ἄλλων Λακεδαιμονίων ‘ἀντὶ ταύτης,’ ἔφη, ‘τῆς διαίτης, ὦ ξένε, τὴν ἐλευθερίαν ἀμώμεθα.’2