δῶρα οὐκ ἐδέξατο, ‘ὅτι λαβόντος μου,’ ἔφη, ‘πρὸς τοὺς νόμους εἰρήνην ἄγειν ἀδύνατον.’
λέγοντος δέ τινος ὅτι συνεσταλμένως ζῇ ἱκανὴν οὐσίαν κεκτημένος, ‘καλὸν γάρ,’ ἔφη, ‘πολλὰ κεκτημένον ζῆν κατὰ λογισμὸν καὶ μὴ κατὰ τὴν ἐπιθυμίαν.’ [p. 296]
ἀναξανδριδου
Ἀναξανδρίδας ὁ Λέοντος πρὸς τὸν δυσφοροῦντα διὰ τὴν ἐκ τῆς πόλεως αὐτῷ γενομένην φυγήν, ‘ὦ λῷστε,’ ἔφη, ‘μὴ τὴν πόλιν φεύγων ὀρρώδει, ἀλλὰ τὴν δικαιοσύνην.’
τῷ δὲ τοῖς ἐφόροις τὰ δέοντα μὲν λέγοντι πλείω δὲ τῶν ἱκανῶν, ‘ὦ ξένε,’ ἔφη, ‘οὐκ ἐν δέοντι τῷ δέοντι χρῇ.’
πυνθανομένου δέ τινος διὰ τί τοῖς εἵλωσι