Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τότε μὲν ἀπηλλάγη, ὡς ἔγνω οὐχ οἷόν τε εἶναι συμβαλεῖν αὐτῷ ἐκείνῃ τῇ ἡμέρᾳ, δόξας ἀγροικότερος εἶναι. τῇ δ᾽ ἐχομένῃ, ὡς πάλιν αὐτὸν πίνειν ἤκουσε καὶ οὐ προϊόντα,1 φήσας, ‘οὐχ οὕτω [p. 332] σπουδαστέον χρήματα λαβεῖν ὡς μηδὲν ἀνάξιον τῆς Σπάρτης ποιεῖν,’ ἀπηλλάγη εἰς Ἔφεσον, πολλὰ μὲν ἐπαρώμενος κακὰ τοῖς πρώτοις ἐντρυφηθεῖσιν ὑπὸ βαρβάρων καὶ διδάξασιν αὐτοὺς ὑβρίζειν διὰ πλοῦτον ὤμνυε δὲ2 πρὸς τοὺς παρόντας ὡς, ὅταν πρῶτον εἰς Σπάρτην παραγένηται, πάντα ποιήσει ὑπὲρ τοῦ διαλλάξαι τοὺς Ἕλληνας, ὡς φοβερώτεροι τοῖς βαρβάροις εἶεν καὶ παύσαιντο τῆς ἐκείνων ἐπ᾽