Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὕπαρξιν πρὸς ἀμοιβὴν τούτου, περιώρισε. τούτου δὲ γενομένου, ἐξέπεσε τῆς Λακεδαίμονος ἀδικία πᾶσα: οὔτε γὰρ κλέπτειν οὔτε δωροδοκεῖν οὔτε ἀποστερεῖν ἢ ἁρπάζειν ἔτι ἐδύνατό τις, ὃ μήτε κατακρύψαι δυνατὸν ἦν μήτε κτήσασθαι1 ζηλωτὸν μήτε χρήσασθαι ἀκίνδυνον, μήτε ἐξάγειν ἢ ἐπάγειν ἀσφαλές, πρὸς δὲ τούτοις καὶ ἁπάντων τῶν περιττῶν ξενηλασίαν ἐποιήσατο διὸ οὔτε ἔμπορος οὔτε σοφιστὴς οὔτε μάντις ἢ2 ἀγύρτης οὔτε τῶν κατασκευασμάτων δημιουργὸς εἰσῄει εἰς τὴν Σπάρτην. [p. 356] οὐδὲ γὰρ νόμισμα παρ᾽ αὐτοῖς εὔχρηστον εἴασε, μόνον δὲ τὸ σιδηροῦν εἰσηγήσατο, ὅ ἐστι μνᾶ ὁλκῇ Αἰγιναία, δυνάμει δὲ χαλκοῖ τέσσαρες.
ἐπιθέσθαι δὲ τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου διανοηθεὶς τὰ συσσίτια εἰσηγήσατο