Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὑπάρχωσι καὶ τὰ ἔκγονα ἐρρωμενέστερα παρέχωσι.’
καὶ τὸ μὲν μύρον ἐξήλασεν ὡς τοῦ ἐλαίου φθορὰν καὶ ὄλεθρον, τὴν δὲ βαφικὴν ὡς κολακείαν αἰσθήσεως.
πᾶσι δὲ τοῖς περὶ τὸν τοῦ σώματος καλλωπισμὸν δημιουργοῖς ἀνεπίβατον ἐποίησε τὴν Σπάρτην, ὡς διὰ τῆς κακοτεχνίας τὰς τέχνας λυμαινομένοις.
τοσαύτη δ᾽ ἦν κατ᾽ ἐκείνους τοὺς χρόνους σωφροσύνη τῶν γυναικῶν καὶ τοσοῦτον ἀπεῖχε τῆς ὕστερον περὶ αὐτὰς εὐχερείας, ὡς πρότερον ἄπιστον εἶναι τὸ τῆς μοιχείας παρ᾽ αὐταῖς.1 καὶ [p. 366]