Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρὸς Ἀργείους δὲ περὶ γῆς ὅρων ἀμφισβητοῦντας πρὸς Λακεδαιμονίους καὶ δικαιότερα λέγειν αὐτῶν φάσκοντας, σπασάμενος τὴν μάχαιραν, ‘ὁ [p. 374] ταύτης,1’ ἔφη, ‘κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται.’
τοὺς δὲ Βοιωτοὺς ἐπαμφοτερίζοντας, ὅτε διῄει τὴν χώραν, ὁρῶν, προσέπεμψε πυνθανόμενος πότερον ὀρθοῖς τοῖς δόρασιν ἢ κεκλιμένοις διαπορεύηται τὴν χώραν αὐτῶν.
Μεγαρέως δὲ ἀνδρὸς ἐν τῷ κοινῷ συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, ‘οἱ λόγοι σου,’ εἶπεν, ‘ὦ ξένε, πόλεως δέονται.’