ῥήτορος μακρὸν κατατείναντος λόγον καὶ τὰς ἀποκρίσεις αἰτοῦντος, ἵνα τοῖς πολίταις ἀπαγγείλῃ, ‘ἀπάγγελλε τοίνυν,’ ἔφασαν, ‘ὅτι μόλις μὲν σὺ ἐπαύσω λέγων, μόλις δὲ ἡμεῖς ἀκούοντες.’ [p. 396]
πρὸς Θηβαίους περί τινων ἀντιλέγοντας ‘ἢ φρονεῖν,’ εἶπον, ‘δεῖ ἔλαττον ἢ δύνασθαι μεῖζον.’
Λάκων ἐρωτηθεὶς δι᾽ ἣν αἰτίαν τὰς τοῦ πώγωνος τρίχας ἐπὶ πολὺ κομώσας ἔχει, εἶπεν, ‘ἵνα βλέπων τὰς πολιὰς μηδὲν ἀνάξιον αὐτῶν πράττω.’
ἄλλος πυθομένου τινός, ‘διὰ τί ἐγχειριδίοις βραχέσι χρῆσθε;’ ‘ἵνα πλησίον,’ εἶπε, ‘τοῖς πολεμίοις εἰς χεῖρας ἵκωμες.’
ἐπαινοῦντός τινος τοὺς Ἀργείους1 μαχητάς, Λάκων εἶπεν, ‘ἐν Τροίᾳ.’ . ἕτερος ἀκούσας δειπνήσαντάς τινας βιάζεσθαι πίνειν, ‘μὴ καὶ ἐσθίειν,’ εἶπε, ‘βιάζονται;’ν
Πινδάρου γράψαντος,
Ἑλλάδος ἔρεισμα Ἀθῆναι,Λάκων ἔφη καταπεσεῖν ἂν τὴν Ἑλλάδα ὀχουμένην ἐρείσματι τοιούτῳ.