Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μένους, πρός τινα εἰπόντα, ‘πλὴν τοῦ βασιλεύειν ἡμῶν οὐδὲν διαφέρεις,’ ‘ἀλλ᾽ οὐκ ἄν,’ ἔφη, ‘εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον.’
τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφη, ‘ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθὰ τίκτειν.’
λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, ‘οὐκ ἀλλὰ πλέονας,’1 ἔφη, ‘πρὸς ἣν βαδίζομεν πρᾶξιν.’
πάλιν δὲ αὐτῶν εἰπόντων, ‘μή τι ἕτερον διέγνωκας ποιεῖν ἢ τὰς παρόδω τὼς βαρβάρως2 κωλύειν;’ ‘τῷ λόγῳ,’ ἔφη, ‘τῷ δ᾽ ἔργῳ ἀποθανούμενος ὑπὲρ τῶν Ἑλλήνων.’