Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ δίκαιον καὶ γὰρ ἂν ἐγὼ ἐποίησα τοῦτο, εἰ ἔφθασα καὶ ἀγαθὸς ἐγενόμην.’
ἕτερον παιδάριον, ἐπεὶ παρῆν ὁ καιρός, ἐν κλέπτειν νενόμιστο τοὺς ἐλευθέρους παῖδας ὅ τι τις δύναιτο καὶ μὴ λαθεῖν αἰσχρὸν ἦν, ὡς ο ξ σὺν αὐτῷ παῖδες ζῶν ἔκλεψαν ἀλωπέκιον καὶ ἔδοσαν αὐτῷ φυλάττειν, παραγενομένων τῶν ἀπολωλεκότων ἐπὶ ζήτησιν, ἔτυχε μὲν ὑποβαλὼν τὸ ἀλωπέκιον ὑπὸ τὸ αὑτοῦ ἱμάτιον, ἀγριαίνοντος δὲ τοῦ θηρίου καὶ τὴν αὐτοῦ πλευρὰν κατεσθίοντος μέχρι τῶν σπλάγχνων, ἠρέμει, ἵνα μὴ γένηται καταφανής. ὡς δὲ ὕστερον ἐκείνων ἀπελθόντων ἐθεάσαντο τὸ γεγονὸς οἱ παῖδες καὶ ἐμέμφοντο, λέγοντες ἄμεινον [p. 406]