Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεχείρησε καὶ τὰ κατ᾽ οἶκον ὄντα πάντα ἐξ ἴσου διαιρεῖν, ὅπως παντάπασιν ἐξέλοι τὸ ἄνισον καὶ ἀνώμαλον. ἐπεὶ δὲ χαλεπῶς ἑώρα προσδεξομένους τὴν ἄντικρυς ἀφαίρεσιν, τό τε χρυσοῦν καὶ ἀργυροῦν νόμισμα ἠκύρωσε, μόνῳ δὲ τῷ σιδηρῷ προσέταξε χρῆσθαι: καὶ μέχρις οὗ δεῖ ἔχειν τὴν ὅλην