θανάτου δίκας πλείοσιν ἡμέραις οἱ γέροντες κρίνουσιν, κἂν ἀποφύγῃ τις, ἔτι οὐδὲν ἧττόν ἐστιν ὑπόδικος, ‘πολλαῖς μέν,’ ἔφη, ‘ἡμέραις κρίνουσιν, ὅτι περὶ θανάτου τοῖς διαμαρτάνουσιν οὐκ ἔστι [p. 298] μεταβουλεύσασθαι: νόμῳ δὲ ὑπόδικον δεήσει εἶναι, ὅτι κατὰ τοῦτον τὸν νόμον ἂν εἴη καὶ τὸ κρείττονα βουλεύς’ ασθαι.
Αναξάνδρου τοῦ Εὐρυκράτεος
Ἀνάξανδρος ὁ Εὐρυκράτεος, πυνθανομένου τινὸς διὰ τί χρήματα οὐ συνάγουσιν εἰς τὸ δημόσιον, ‘ὅπως,’ ἔφη, ‘μὴ οἱ φύλακες αὐτῶν γιγνόμενοι διαφθείρωνται.’