Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ πατρίδα: ἡγήσεται δέ σοι αὐτὸς οὗτος ἐπὶ τὴν ἀκρόπολιν,’ ‘καὶ πῶς,’ εἶπε, ‘καλῶς ἔχον ἐστίν, ὦ ἔφοροι, τοσούτους νέους πιστεύειν τῷ τὴν ἑαυτοῦ πατρίδα προδιδόντι;’ν
ἐρωτηθεὶς δὲ τί μάλιστα μάθημα ἐν Σπάρτῃ ἀσκεῖται, ‘τὸ γιγνώσκειν,’ εἶπεν, ‘ἄρχειν τε καὶ ἄρχεσθαι.’
οὐκ ἔφη δὲ τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσὶν οἱ πολέμιοι, ἀλλὰ ποῦ εἰσίν.
ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν, ‘ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.’
πυνθανομένου δέ τινος πόσοι εἰσὶν οἱ Λακεδαιμόνιοι, ‘ὅσοι ἱκανοί,’ εἶπε, ‘τοὺς κακοὺς ἀπερύκειν’ ἐν.
διερχόμενος δὲ τὰ τῶν Κορινθίων τείχη καὶ θεασάμενος ὑψηλά τε καὶ ὀχυρὰ ἐπὶ πολὺ [p. 288]