θαυμαστὴν πολυτέλειαν ἔχοντος, ‘νὴ τοὺς θεούς,’ ἔφη, ‘λίχνος ἦν ὁ Πέρσης, ὅτι τοσαῦτα ἔχων ἐπὶ τὴν ἡμετέραν ἦλθε μᾶζαν.’
Παυσανίου τοῦ Πλειστωνάκτος
Παυσανίας ὁ Πλειστώνακτος πρὸς τὸν ἐρωτήσαντα, διὰ τί τῶν ἀρχαίων νόμων οὐδένα κινεῖν ἔξεστι παρ᾽ αὐτοῖς, ‘ὅτι τοὺς νόμους,’ ἔφη, ‘τῶν ἀνδρῶν, οὐ τοὺς ἄνδρας τῶν νόμων κυρίους εἶναι δεῖ.’
ἐπαινοῦντος δὲ αὐτοῦ ἐν Τεγέᾳ μετὰ τὴν φυγὴν τοὺς Λακεδαιμονίους, εἶπέ τις, ‘διὰ τί οὖν οὐκ ἔμενες ἐν Σπάρτῃ ἀλλ᾽ ἔφυγες;’ ‘ὅτι οὐδ᾽ οἱ ἰατροί,’ ἔφη, ‘παρὰ τοῖς ὑγιαίνουσιν, ὅπου δὲ οἱ νοσοῦντες, διατρίβειν εἰώθασιν.’ [p. 384]
πυνθανομένου δέ τινος αὐτοῦ πῶς ἂν δυνηθεῖεν τοὺς Θρᾷκας νικῆσαι, ‘εἰ τὸν ἄριστον,’ εἶπε, ‘στρατηγὸν καταστήσαιμεν.’