Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον: οἱ δὲ καλούμενοι Τραλλεῖς,1 οἷς καὶ Ξέρξης, ὡς λέγεται, ἔδωκε2 δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ γυναῖκας τοσαύτας: ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας ‘τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι,’ προῆγε καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις τρεψάμενος καὶ διαφθείρας πολλοὺς διῆλθεν.
τῷ δὲ τῶν Μακεδόνων βασιλεῖ τὸ αὐτὸ ἐρώτημα προσέπεμψε: φήσαντος δ᾽ ἐκείνου βουλεύσεσθαι,3 ‘βουλευέσθω τοίνυν,’ εἶπεν, ‘ἡμεῖς δὲ πορευσόμεθα.’ θαυμάσας οὖν τὴν τόλμαν καὶ δείσας ἐκέλευσεν ὡς φίλον προάγειν.4