Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘γένους ὑπάρχοντες ἐν τῇ τοῦ βίου ἀγωγῇ παρὰ πολὺ ἀλλήλων διάφοροι ἀπέβησαν, καὶ ποιητικωτέρα τῆς φύσεως ἡ ἄσκησις πρὸς τὰ καλὰ τυγχάνει;’ τινὲς δέ φασιν, ὡς1 οὐ παρῆγε σκύλακας, οἳ ἐκ τῶν αὐτῶν γεγονότες ἐτύγχανον, ἀλλ᾽ ὁ μὲν ἐξ οἰκουρῶν, ἕτερος δ᾽ ἐκ κυνηγετικῶν κἄπειτα τὸν μὲν ἐκ τοῦ χείρονος γένους πρὸς τὰ κυνηγέσια ἤσκησε, τὸν δὲ ἐκ τοῦ ἀμείνονος περὶ λιχνείας μόνον εἴθισεν εἶθ᾽ ἑκατέρου ἐφ᾽ ἃ εἴθιστο ὁρμήσαντος, φανερὸν ποιήσας ὅσον ἡ ἀγωγὴ πρὸς τὰ ἀμείνω καὶ χείρω συλλαμβάνεται, εἶπεν, ‘οὐκοῦν καὶ ἡμᾶς, ὦ πολῖται, οὐδὲν ἡ παρὰ τοῖς πολλοῖς θαυμαζομένη εὐγένεια καὶ τὸ ἀφ᾽ Ἡρακλέους εἶναι ’