Πυλίων δὲ αὐτῷ μείζονας τιμὰς ψηφισαμένων, ἀντέγραψεν1 ὅτι ‘τὰς μὲν μετρίας ὁ χρόνος αὔξει, τὰς δ᾽ ὑπεραιρούσας ἀφανίζει.’
ἐπιδεικνυμένου δέ τινος αὐτῷ τεῖχος καὶ πυνθανομένου εἰ καρτερὸν καὶ ὑψηλόν, ‘οὐ δὴ γυναικῶν2;’ εἶπεν. [p. 328]
Θωρυκίωνος
Θωρυκίων ἐκ Δελφῶν παραγενόμενος, ἰδὼν τὸ Φιλίππου στρατόπεδον ἐν Ἰσθμῷ τὰ στενὰ κατειληφότος,3 ‘κακούς,’ ἔφη, ‘πυλωροὺς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ Πελοπόννησος ἔχει.’
Θεκταμενους
Θεκταμένης, καταγνόντων αὐτοῦ θάνατον τῶν ἐφόρων, ἀπῄει μειδιῶν καί τινος τῶν παρόντων ἐρωτήσαντος εἰ καὶ καταφρονεῖ τῶν τῆς Σπάρτης νομίμων, ‘οὐχί,’ εἶπεν, ‘ἀλλὰ γέγηθα ὅτι δεῖ με τὴν ζημίαν ἐκτεῖσαι ταύτην, παρ᾽ οὐδενὸς οὔτε τι αἰτήσαντα4 οὔτε δανεισάμενον.’