Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Προφερομένου1 δέ τινος περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐκ ἀγεννῆ μέν, δυσχερῆ δ᾽ ἐπιτελεσθῆναι, ‘προσδέονταί σου, ὦ ξένε,’ ἔφη, ‘οἱ λόγοι δυνάμεως καὶ χρημάτων.’
λέγοντος δέ τινος ὅτι Φίλιππος αὐτοῖς ἀνεπίβατον τὴν Ἑλλάδα ποιήσει, ‘ἱκανὴ ἡμῖν,’ ἔφη, ‘ὦ ξένε, ἡ ἐν τῇ ἰδίᾳ ἀναστροφή.’
πρεσβευτὴς ἐκ Περίνθου παραγενόμενος εἰς Λακεδαίμονα ἐμακρηγόρει: ὡς δὲ ἐπαύσατο λέγων καὶ ἠρώτα τὸν Ἆγιν τί δεῖ τοῖς Περινθίοις ἀπαγγεῖλαι, ‘τί δ᾽ ἄλλο,’ ἔφη, ‘ἢ ὅτι σὺ μὲν μόλις ἐπαύσω λέγων, ἐγὼ δ᾽ ἐσιώπων2; ’
1 προφερομένου Wyttenbach: προσφερομένου.