Ἁγησιπολίδος τοῦ Κλεομβποτου.
Ἀγησίπολις ὁ Κλεομβρότου, εἰπόντος τινὸς ὅτι Φίλιππος ἐν ὀλίγαις ἡμέραις Ὄλυνθον κατέσκαψε, ‘μὰ τοὺς θεούς,’ εἶπεν, ‘ἄλλην τοιαύτην ἐν πολλαπλασίονι χρόνῳ οὐκ οἰκοδομήσει.’
ἄλλου δὲ εἰπόντος ὅτι μετὰ τῶν ἀκμαζόντων βασιλεύων ὡμήρευσε καὶ οὐχ οἱ παῖδες οὐδ᾽ αἱ γυναῖκες αὐτῶν, ‘δικαίως,’ εἶπεν, ‘αὐτοὺς γὰρ ἡμᾶς καλῶς ἔχον ἐστὶ τὰς αὑτῶν ἁμαρτίας φέρειν.’
βουλομένου δ᾽ αὐτοῦ σκύλακας οἴκοθεν μεταπέμψασθαι, ὥς τις εἶπεν, ‘οὐκ ἔστιν ἐξαγωγὴ παρ᾽ αὐτῶν,’