ἀναγινώσκοντος τῶν πεσόντων ὑπὸ Λακεδαιμονίων, ‘ποδαποὺς οὖν,’ ἔφη, ‘τοὺς ἡμετέρους νομίζεις εἶναι νικήσαντας τούτους;’ν
Ἀρχιδαμίδου
Ἀρχιδαμίδας πρὸς τὸν ἐπαινοῦντα Χάριλλον,1 ὅτι πρὸς ἅπαντας ὁμοίως πρᾶος ἦν, ‘καὶ πῶς τις,’ ἔφη, ‘δικαίως ἂν ἐπαινοῖτο, εἰ καὶ πρὸς τοὺς πονηροὺς πρᾶος εἴη;’ν
μεμφομένου δέ τινος Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον αὐτῶν οὐδὲν ἔλεγεν, ‘ἀγνοεῖν μοι δοκεῖς,’ εἶπεν, ‘ὅτι ὁ εἰδὼς λόγον καὶ τὸν τοῦ λέγειν καιρὸν οἶδεν.’