Ἀρχιδάμου τοῦ Ζευξιδάμου
Ἀρχίδαμος ὁ Ζευξιδάμου, πυθομένου τινὸς αὐτοῦ τίνες προεστήκασι τῆς Σπάρτης, ‘οἱ νόμοι καὶ τὰ ἀρχεῖα,’ ἔφη, ‘κατὰ τοὺς νόμους.’ [p. 306]
πρὸς δὲ τὸν ἐπαινοῦντα κιθαρῳδὸν καὶ θαυμάζοντα τὴν δύναμιν αὐτοῦ, ‘ὦ λῷστε,’ ἔφη, ‘ποῖον γέρας παρὰ σοῦ τοῖς ἀγαθοῖς ἀνδράσιν ἔσται, ὅταν κιθαρῳδὸν οὕτως ἐπαινῇς;’ν
ἐπεὶ δέ τις αὐτῷ συνιστὰς ψάλτην εἶπεν, ‘οὗτος ἀγαθὸς ψάλτης ἐστίν,’ ‘παρ᾽ ἡμῖν δέ γε οὗτος,’ ἔφη, ‘ἀγαθὸς ζωμοποιός,’ ὡς οὐδὲν διαφέρον δι᾽ ὁργάνων φωνῆς ἡδονὴν ἐμποιεῖν τῆς