Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῖς δὲ ἀπὸ τῆς Σάμου πρέσβεσι παρακαλοῦσιν αὐτὸν Πολυκράτει τῷ τυράννῳ πολεμεῖν καὶ διὰ τοῦτο μακρολογοῦσιν, ‘ὧν εἰρήκατε,’ ἔφη, ‘τὰ μὲν ἐξ ἀρχῆς οὐ μέμνημαι, διὰ τοῦτο δὲ καὶ τὰ μέσα οὐ συνίημι τὰ δ᾽ ἐπὶ πᾶσιν οὐ δοκιμάζω.’
Πειρατοῦ δὲ καταδραμόντος τὴν χώραν καί, ὡς ἑάλω, λέγοντος ὅτι ‘τροφὴν οὐκ εἶχον τοῖς στρατιώταις παρέχειν, πρὸς τοὺς ἔχοντας οὖν, [p. 338] ἑκοντὶ δ᾽ οὐκ ἂν δόντας, βίᾳ ληψόμενος ἦλθον,’ ἔφη, ‘σύντομος ἡ πονηρία.’
φαύλου δέ τινος αὐτὸν κακῶς λέγοντος, ‘ἆρα διὰ τοῦτο,’ ἔφη, ‘πάντας σὺ κακῶς λέγεις, ἵνα ἀπολογούμενοι μὴ εὐκαιρῶμεν περὶ τῆς σῆς κακίας λέγειν;’