Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πειδάρητος, λέγοντός τινος ὅτι πολλοὶ εἴησαν οἱ πολέμιοι, ‘οὐκοῦν,’ ἔφη, ‘ἡμεῖς εὐκλεέστεροι ἐσόμεθα: πλείους γὰρ ἀποκτενοῦμεν.’
ἰδὼν δέ τινα τῇ μὲν φύσει μαλακὸν δι᾽ ἐπιείκειαν δὲ ἐπαινούμενον ὑπὸ τῶν πολιτῶν, ἔφη, ‘οὔτε ἄνδρας γυναιξὶν ὁμοίους ὄντας ἐπαινεῖν δεῖ οὔτε γυναῖκας ἀνδράσιν, ἐὰν μὴ τὴν γυναῖκα χρεία τις καταλάβῃ.’
οὐκ ἐγκριθεὶς δ᾽ εἰς τοὺς τριακοσίους, ἥτις ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει ἦν, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει: ἀνακαλεσαμένων δ᾽ αὐτὸν τῶν ἐφόρων καὶ πυνθανομένων δἰ ὅ τι γελᾷ, εἶπε, [p. 386] ‘δἰ ὅ τι συγχαίρω τῇ πόλει τριακοσίους κρείτ ’