τὰν Πιτάναν Θρασύβουλος ἐπ᾽ ἀσπίδος ἤλυθεν ἄπνους
ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος,
δεικνὺς ἀντία πάντα: τὸν αἱματόεντα δ᾽ ὁ πρέσβυς
θεὶς ἐπὶ πυρκαϊὴν Τύννιχος τάδε,1
&λδθυο;δειλοὶ κλαιέσθωσαν: ἐγὼ δέ σε, τέκνον, ἄδακρυς &ρδθυο;
&λδθυο;θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.&ρδθυο;
Ἀλκιβιάδῃ τῷ Ἀθηναίῳ βαλανέως ἐπὶ [p. 412] πλεῖστον παραχέοντος ὕδωρ, Λάκων εἶπε, ‘τί τοῦτο2 ὡς οὐ καθαρῷ; σφόδρα δὲ ὠς ῥυπαρῷ πλεῖον παράχει.3’
Φιλίππου τοῦ Μακεδόνος προστάττοντός