Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αἱ γυναῖκες ἐν τῇ νήσῳ τίκτουσιν οὔθ᾽ οἱ τελευτήσαντες θάπτονται, ‘πῶς ἂν1 οὖν,’ ἔφη, ‘αὕτη πατρὶς ὑμῶν εἴη, ἐν ᾗ οὔτε γέγονέ τις ὑμῶν οὔτ᾽ ἔσται2;’
τῶν δὲ φυγάδων αὐτὸν προτρεπομένων ἐπὶ τοὺς Ἀθηναίους ἄγειν τὴν στρατιὰν λεγόντων τε ὅτι τοῖς Ὀλυμπίοις ἀνακηρυττομένου αὐτοῦ ἐσύριττον αὐτὸν μόνοι, ‘τί οὖν οἴεσθε,’ ἔφη, ‘τοὺς ὅτε εὖ ἔπασχον συρίττοντας παθόντας κακῶς ποιήσειν;’ν
πυνθανομένου δέ τινος διὰ τί Τυρταῖον τὸν [p. 382] ποιητὴν ἐποιήσαντο πολίτην, ‘ὅπως,’ ἔφη, ‘μηδέποτε ξένος φαίνηται ἡμῶν ἡγεμών.’