Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν πολέμιον ἀπέκτεινε: καὶ πῶς ἐτρώθη ἐρωτηθείς, ‘προδούσης με,’ ἔφη, ‘τῆς ἀσπίδος.’
ἐξελθὼν δὲ ἐπὶ πόλεμον ἔγραψε τοῖς ἐφόροις, ‘ἅσσα δήλωμαι1 πράξω πὸτ τὸν πόλεμον ἢ τεθναξοῦμαι.’
ἐπεὶ δὲ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ αὐτοῦ Ἀργιλεωνίδι προσῆλθον: πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἐτελεύτησεν: ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἐστὶ τοιοῦτος, ‘ἀγνοεῖτε,’ εἶπεν, ‘ὦ ξένοι: Βρασίδας γὰρ ἦν μὲν [p. 314] ’