Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτε δὲ εἰς Ἀρκαδίαν ἐνέβαλε, πυθόμενος βοηθεῖν αὐτοῖς Ἠλείους ἐπέστειλεν αὐτοῖς, ‘Ἀρχίδαμος Ἠλείοις: καλὸν ἡσυχία.1’
τῶν δὲ συμμάχων ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ἐπιζητούντων πόσα χρήματα ἀρκέσει, καὶ ἀξιούντων ὁρίσαι τοὺς φόρους, ‘ὁ πόλεμος,’ ἔφη, ‘οὐ τεταγμένα σιτεῖται.2’
καταπελτικὸν δὲ ἰδὼν βέλος τότε πρῶτον ἐκ Σικελίας κομισθὲν ἀνεβόησεν, ‘Ἡράκλεις, ἀπόλωλεν ἀνδρὸς ἁρετά.’
ἐπεὶ δὲ οὐκ ἐβούλοντο Ἕλληνες πείθεσθαι αὐτῷ καὶ λῦσαι τὰς πρὸς Ἀντίπατρον3 καὶ Κρατερὸν