εἰπόντος ἐπ᾽ αὐτοῦ, βουλόμενός τι μαθεῖν ἠρώτησεν: ἀποσιωπήσαντος δὲ τοῦ νεανίσκου ‘τί λέγεις;᾽’ εἶπεν ‘ἢ
'ταῦτ᾽ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα;’
ἑτέρου δὲ ῥήτορος ἀκούων λέγοντος, ὅτι χιονοβόλος ἡ ὥρα γενομένη λιποβοτανεῖν ἐποίησε τὴν χώραν, ‘οὐ παύσῃ μοι’ εἶπεν ‘ὡς ὄχλῳ χρώμενος;᾽’
Θρασύλλου δὲ τοῦ κυνικοῦ δραχμὴν αἰτήσαντος αὐτόν, ‘ἀλλ᾽ οὐ βασιλικόν’ ἔφη ‘τὸ δόμα:’ τοῦ δὲ εἰπόντος ‘οὐκοῦν τάλαντον δός μοι,’ ‘ἀλλ᾽ οὐ κυνικόν, ’ ἔφη ‘τὸ λῆμμα.’
πέμπων δὲ Δημήτριον τὸν υἱὸν μετὰ νεῶν πολλῶν καὶ δυνάμεων ἐλευθερώσοντα τοὺς: Ἕλληνας [p. 30]