ἐλέγξαι βέλτιον εἶναι φήσας ἀποθανεῖν ἢ ζῆν μὴ μόνον τοὺς πολεμίους ἀλλὰ καὶ τοὺς φίλους φυλαττόμενον,
Ἀχελάου
Ἀρχέλαος αἰτηθεὶς παρὰ πότον ποτήριον χρυσοῦν ὑπό τινος τῶν συνήθων οὐ μὴν ἐπιεικῶν, ἐκέλευσεν Εὐριπίδῃ τὸν παῖδα δοῦναι θαυμάσαντος δὲ τοῦ ἀνθρώπου, ‘σὺ μὲν γάρ’ εἶπεν ‘αἰτεῖν, οὗτος δὲ λαμβάνειν ἄξιός ἐστι καὶ μὴ αἰτῶν.’
ἀδολέσχου δὲ κουρέως ἐρωτήσαντος αὐτὸν ‘πῶς σε κείρω;’ ‘σιωπῶν ἔφη.’
τοῦ δὲ Εὐριπίδου τὸν καλὸν Ἀγάθωνα περιλαμβάνοντος [p. 15] ἐν τῷ συμποσίῳ καὶ καταφιλοῦντος