Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν πολεμίων νεκρῶν ‘φεῦ τᾶς Ἑλλάδος’ εἶπεν ‘ἃ τοσούτους ὑφ᾽ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τοὺς βαρβάρους νικῆν ἅπαντας.’
χρησμὸν δὲ λαβὼν ἐν Ὀλυμπίᾳ παρὰ τοῦ Διὸς ὃν ἢθελεν, εἶτα τῶν ἐφόρων κελευόντων καὶ τὸν Πύθιον ἐρωτῆσαι περὶ τῶν αὐτῶν, εἰς Δελφοὺς παραγενόμενος ἠρώτησε τὸν θεὸν εἰ ἅπερ τῷ πατρὶ δοκεῖ καὶ αὐτῷ.
παραιτούμενος δέ τινα τῶν φίλων παρὰ τοῦ Καρὸς Ἱδριέως, 1 ἔγραψε πρὸς αὐτὸν ‘Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες: εἰ δὲ ἀδικεῖ, ἐμοὶ ἄφες, πάντως δὲ ἄφες.’
τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν ἀκοῦσαι παρακαλούμενος ‘αὐτᾶς’ εἶπεν ‘ἄκουκα πολλάκις.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.