Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ἀπέσταλκά σοι τάλαντα ἑκατὸν 1 λιβανωτοῦ καὶ κασίας:, ἵνα μηκέτι μικρολογῇ περὶ τοὺς θεούς, εἰδὼς ὅτι καὶ τῆς ἀρωματοφόρου κρατοῦμεν.’
μέλλων δὲ τὴν ἐπὶ Γρανίκῳ μάχην μάχεσθαι [p. 22] παρεκάλει τοὺς Μακεδόνας ἀφθόνως δειπνεῖν καὶ πάντα φέρειν εἰς μέσον, ὡς αὔριον δειπνήσοντας ἐκ τῶν πολεμίων.
Περίλλου δέ τινος τῶν φίλων αἰτήσαντος προῖκα τοῖς θυγατρίοις, ἐκέλευσε πεντήκοντα τάλαντα λαβεῖν αὐτοῦ δὲ φήσαντος ἱκανὰ εἶναι δέκα, ‘σοὶ γε’ ἔφη λαβεῖν, ‘ἐμοὶ δ᾽ οὐχ ἱκανὰ δοῦναι.’
Ἀναξάρχῳ δὲ τῷ φιλοσόφῳ δοῦναι τὸν διοικητὴν ἐκέλευσεν ὅσον ἂν αἰτήσῃ: τοῦ δὲ διοικητοῦ φήσαντος ὡς ἑκατὸν αἰτεῖ τάλαντα, ‘καλῶς’ ἔφη ‘ποιεῖ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.