Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πέλαγος: συγκλυζομένου δὲ τοῦ πλοίου, ποιήσας τῷ κυβερνήτῃ φανερὸν ἑαυτὸν ἀνεβόησε ‘πίστευε τῇ τύχῃ γνοὺς ὅτι Καίσαρα κομίζεις.’
τότε μὲν οὖν ἐκωλύθη, τοῦ χειμῶνος ἰσχυροῦ γενομένου καὶ τῶν στρατιωτῶν συνδραμόντων καὶ περιπαθούντων, εἰ περιμένει δύναμιν ἄλλην ὡς ἀπιστῶν αὐτοῖς: ἐπεὶ δὲ μάχης γενομένης νικῶν ὁ Πομπήιος οὐκ ἐπεξῆλθεν, ἀλλὰ ἀνεχώρησεν εἰς τὸ στρατόπεδον, ‘τήμερον’ εἶπεν ‘ἦν ἡ νίκη παρὰ τοῖς πολεμίοις, ἀλλὰ τὸν εἰδότα νικᾶν οὐκ ἔχουσιν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.