Λυσιμάχου
Λυσίμαχος ἐν Θρᾴκῃ κρατηθεὶς ὑπὸ Δρομιχαίτου καὶ διὰ δίψαν ἑαυτὸν καὶ τὸ στράτευμα παραδούς, ὡς ἔπιεν αἰχμάλωτος γενόμενος, ‘ὦ θεοί’ εἶπεν ‘ὡς μικρᾶς ἡδονῆς ἕνεκα δοῦλον ἐμαυτὸν ἐκ βασιλέως πεποίηκα.’
πρὸς δὲ Φιλιππίδην τὸν κωμῳδιοποιὸν 1 φίλον ὄντα καὶ συνήθη ‘τίνος σοι’ εἶπε ‘τῶν ἐμῶν μεταδῶ;’ κἀκεῖνος ‘οὗ βούλει πλὴν τῶν ἀπορρήτων.’