Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μαμερτίνους δὲ τῆς ἐναντίας γενομένους μερίδος οἷός τε ἦν ἀποσφάττειν ἅπαντας: Σθεννίου δὲ τοῦ δημαγωγοῦ φήσαντος οὐ δίκαια ποιεῖν αὐτὸν ἀνθ᾽ ἑνὸς αἰτίου πολλοὺς ἀναιτίους κολάζοντα, [p. 87] τοῦτον δὲ αὑτὸν εἶναι τοὺς μὲν φίλους πείσαντα, τοὺς δὲ ἐχθροὺς βιασάμενον ἑλέσθαι τὰ Μαρίου θαυμάσας ὁ Πομπήιος; ἔφη συγγνώμην ἔχειν Μαμερτίνοις ὑπὸ τοιούτου πεισθεῖσιν ἀνδρός, ὃς τὴν πατρίδα τῆς ἑαυτοῦ ψυχῆς προτιμᾷ καὶ τήν τε πόλιν καὶ τὸν Σθέννιον ἀπέλυσεν.
εἰς δὲ Λιβύην διαβὰς ἐπὶ Δομίτιον καὶ μάχῃ μεγάλῃ κρατήσας, ἀσπασαμένων αὐτὸν αὐτοκράτορα τῶν στρατιωτῶν ἔφη μὴ δέχεσθαι τὴν τιμήν, ἕως
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.