Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ψυκτῆρας διαλίθους παρακομίζοντα καὶ Θηρικλείους, ‘ἐμοὶ μέν’ εἶπεν ‘ἡμέρας τριάκοντα 1 καὶ τῇ πατρίδι, σαυτῷ δὲ τὸν βίον ἅπαντα τοιοῦτος; ὢν ἄχρηστον πεποίηκας σεαυτόν.’
ἑτέρου δὲ θυρεὸν ἐπιδείξαντος εὖ κεκοσμημένον ‘ὁ μὲν θυρεός’ εἶπεν ‘ὦ νεανία καλός, πρέπει δὲ Ῥωμαῖον ἄνδρα μᾶλλον ἐν τῇ δεξιᾷ τὰς ἐλπίδας ἔχειν ἢ τῇ ἀριστερᾷ.’
τοῦ δὲ τὸν χάρακα ἄραντος σφόδρα πιέζεσθαι φάσκοντος ‘εἰκότως’ ἔφη: ‘τῷ γὰρ ξύλῳ τούτῳ μᾶλλον ἢ τῇ μαχαίρᾳ πιστεύεις’
ὁρῶν δὲ τὴν ἀπόνοιαν τῶν πολεμίων ἔλεγεν ‘ὠνεῖσθαι τοῦ χρόνου τὴν ἀσφάλειαν : τὸν γὰρ ἀγαθὸν στρατηγὸν ὥσπερ ἰατρὸν ἐσχάτης δεῖσθαι τῆς διὰ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.