στρατεύειν δὲ πολλάκις ἐπὶ τοὺς αὐτοὺς ἐκώλυσεν, ὅπως μὴ ποιῶσι μαχιμωτέρους. ὕστερον γοῦν τοῦ Ἀγησιλάου τρωθέντος, ὁ Ἀνταλκίδας εἶπεν καλὰ διδασκάλια παρὰ Θηβαίων λαμβάνειν αὐτὸν ἐθίσαντα καὶ διδάξαντα πολεμεῖν ἄκοντας.
Χαριλάου
Χάριλλος ὁ βασιλεὺς ἐρωτηθεὶς διὰ τί νόμους ὀλίγους οὕτω Λυκοῦργος ἔθηκεν, ἀπεκρίνατο τοὺς χρωμένους ὀλίγοις λόγοις μὴ δεῖσθαι νόμων πολλῶν.
τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου, ‘ναὶ 1 τὼ σιώ’ εἶπε ‘κατέκτανον ἄν τυ, αἰ 2 μὴ ὠργιζόμαν.’
πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν ὅτι τῶν κόσμων ἀδαπανώτατος οὗτός ἐστι.