Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀνταγωνιστὰς γενοῦ καλὸς κἀγαθός, ἵνα μὴ δι᾽ ἐμὲ τῆς βασιλείας τύχῃς ἀλλὰ διὰ σεαυτόν’ ἐκέλευε δ᾽ αὐτὸν Ἀριστοτέλει προσέχειν καὶ φιλοσοφεῖν, ‘ὅπως’ ἔφη ‘μὴ πολλὰ τοιαῦτα πράξῃς, ἐφ᾽ οἷς ἐγὼ πεπραγμένοις μεταμέλομαι,’
τῶν δὲ Ἀντιπάτρου φίλων τινὰ κατατάξας εἰς τοὺς δικαστάς, εἶτα τὸν πώγωνα βαπτόμενον αἰσθανόμενος καὶ τὴν κεφαλήν, ἀνέστησεν εἰπὼν τὸν ἄπιστον ἐν θριξὶ μὴ νομίζειν ἀξιόπιστον ἐν πράγμασι.
Μαχαίτᾳ δέ τινα κρίνων δίκην καὶ ὑπονυστάζων οὐ πάνυ προσεῖχε τοῖς δικαίοις ἀλλὰ κατέκρινεν ἐκείνου δὲ ἀναβοήσαντος ἐκκαλεῖσθαι τὴν κρίσιν, διοργισθεὶς ‘ἐπὶ τίνα;᾽’ εἶπε: καὶ ὁ Μαχαίτας
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.