Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοὺς μὲν συνάρχοντας ἐκέλευεν εἰς ἑαυτὸν ἀναφέρειν τὴν αἰτίαν ὡς ἐκβιασθέντας, αὐτὸς δὲ οὐκ ἔφη βελτίονας ἔχειν τῶν ἔργων λόγους εἰ δὲ δεῖ τι πάντως εἰπεῖν πρὸς τοὺς δικαστάς, ἀξιοῦν, ἂν ἀποκτείνωσιν αὐτὸν , ἐπιγράψαι τῇ στήλῃ τὴν καταδίκην, ὅπως οἱ Ἕλληνες εἰδῶσιν ὅτι μὴ βουλομένους Θηβαίους Ἐπαμεινώνδας ἠνάγκασε τὴν Λακωνικὴν πυρπολῆσαι , πεντακοσίοις ἐνιαυτοῖς ἀδῄωτον οὖσαν οἰκίσαι δὲ Μεσσήνην δι᾽ ἐτῶν τριάκοντα καὶ διακοσίων: συντάξαι δὲ καὶ συναγαγεῖν εἰς ταὐτὸν Ἀρκάδας: ἀποδοῦναι δὲ τοῖς Ἕλλησι τὴν αὐτονομίαν. ταῦτα γὰρ ἐπράχθη κατ᾽ ἐκείνην τὴν στρατείαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.