Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκεῖνον μὲν ἀπέλυσεν ὡς φύσει παροινήσαντα καὶ διὰ μέθην κακολογήσαντα, τοῦτον δὲ ἀνεῖλεν ὡς δύσνουν καὶ πολέμιον ἐκ προαιρέσεως.
αἰτιωμένων δέ τινων, ὅτι τιμᾷ καὶ προάγεται πονηρὸν ἄνθρωπον καὶ δυσχεραινόμενον ὑπὸ τῶν πολιτῶν, ‘ἀλλὰ καὶ βούλομαι’ εἶπεν ‘εἶναι τὸν ἐμοῦ μᾶλλον μισούμενον.’
ἐπεὶ δὲ Κορινθίων πρέσβεις δῶρα διδόντος αὐτοῦ παρῃτοῦντο διὰ τὸν νόμον, ὃς οὐκ εἴα δῶρα λαμβάνειν παρὰ δυνάστου πρεσβεύοντας, δεινόν ἔφη πρᾶγμα ποιεῖν αὐτούς, ὃ μόνον αἱ τυραννίδες ἀγαθὸν ἔχουσιν ἀναιροῦντας καὶ διδάσκοντας ὅτι καὶ τὸ εὖ παθεῖν ὑπὸ τυράννου φοβερόν ἐστιν.
ἀκούσας δέ τινα τῶν πολιτῶν χρυσίον ἔχειν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.