Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ἡδέως’ δὲ φήσαντος, ‘ταῦτά σοι’ ἔφη ‘καθ᾽ ἡμέραν ἔσται, ἐὰν τῇ μητρί μου ἀρέσκῃς’
ἐπεὶ δὲ Θρασύβουλος ἐρῶν αὐτοῦ τῆς θυγατρὸς ἐφίλησεν ἀπαντήσας, παροξυνόμενος ἐπ᾽ αὐτὸν [p. 48] ὑπὸ τῆς γυναικὸς ‘ἂν τοὺς φιλοῦντας’ εἶπε ‘μισῶμεν, τί ποιήσομεν τοὺς μισοῦντας;᾽’ καὶ ἔδωκε γυναῖκα τῷ Θρασυβούλῳ τὴν παρθένον.
κωμαστῶν δέ τινων περιτυχόντων αὐτοῦ τῇ γυναικὶ καὶ πολλὰ πραξάντων ἀσελγῆ καὶ εἰπόντων, μεθ᾽ ἡμέραν δὲ τοῦ Πεισιστράτου δεομένων καὶ δακρυόντων, ‘ὑμεῖς μέν’ ἔφη ‘πειρᾶσθε σωφρονεῖν τὸ λοιπόν: ἡ δ᾽ ἐμὴ γυνὴ τὸ παράπαν ἐχθὲς οὐδαμῇ προῆλθε. ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.