‘φοβεῖσθε πολεμίους, ὧν οἱ λαγοὶ δι᾽ ἀργίαν ἐν τοῖς τείχεσιν ἐγκαθεύδουσιν;’
Μεγαρέως δὲ ἀνδρὸς ἐν κοινῷ συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, ‘οἱ λόγοι σου’ εἶπε ‘πόλεως δέονται.’
Ἀγησιλάου
Ἀγησίλαος ἔλεγε τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακοὺς εἶναι, δούλους δὲ ἀγαθούς.
εἰθισμένων δὲ αὐτῶν τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, ‘τί δὲ ἐκεῖνος’ εἶπεν ‘ἐμοῦ μείζων, εἰ μὴ δικαιότερος καὶ σωφρονέστερος;’
περὶ ἀνδρείας καὶ δικαιοσύνης ἐρωτηθεὶς ποτέρα βελτίων ‘οὐδὲν ἀνδρείας’ ἔφη ‘χρῄζομεν, ἐὰν πάντες ὦμεν δίκαιοι.’