ἡμέρας, Ἔρωτα ἀπαγγείλαντα αὐτῷ τὸν οἰκέτην εἰς τὴν ἐπιοῦσαν ὑπερτεθῆναι τὴν δίκην ἠλευθέρωσε.
Γαίου Καίσαρος
Γάιος Καῖσαρ, ὅτε Σύλλαν ἔφευγεν ἔτι μειράκιον ὤν, περιέπεσε πειραταῖς: καὶ πρῶτον μὲν αἰτηθεὶς ἀργυρίου πλῆθος κατεγέλασε τῶν λῃστῶν ὡς ἀγνοούντων ὃν ἔχουσι, καὶ διπλάσιον ὡμολόγησε δώσειν: ἔπειτα φρουρούμενος, ἕως συνῆγε τὰ χρήματα, προσέταττεν ἡσυχίαν αὐτῷ παρέχειν κοιμωμένῳ καὶ σιωπᾶν. λόγους δὲ καὶ ποιήματα γράφων ἀνεγίνωσκεν αὐτοῖς , καὶ τοὺς μὴ λίαν ἐπαινοῦντας ἀναισθήτους καὶ βαρβάρους ἀπεκάλει καὶ μετὰ γέλωτος ἠπείλει κρεμᾶν αὐτούς: ὃ καὶ μετ᾽ ὀλίγον